Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.30 Joseph. BJ 4.38 (English) >>Joseph. BJ 4.44

4.35ἀτονώτερον δὲ προσκειμένων αὐτὸς ὑπὸ πόδα ἀνεχώρει νῶτα μὴ δεικνὺς ἕως ἔξω τοῦ τείχους ἐγένετο. 4.36πλεῖστοι μὲν οὖν Ῥωμαίων κατὰ ταύτην ἔπεσον τὴν μάχην, ἐν οἷς δεκαδάρχης Αἰβούτιος, ἀνὴρ οὐ μόνον ἐφʼ ἧς ἔπεσε παρατάξεως, ἀλλὰ πανταχοῦ καὶ πρότερον γενναιότατος φανεὶς καὶ πλεῖστα κακὰ Ἰουδαίους ἐργασάμενος. 4.37ἑκατοντάρχης δέ τις, Γάλλος ὀνόματι, μετὰ στρατιωτῶν δέκα περισχεθεὶς ἐν τῇ ταραχῇ κατέδυ μὲν εἴς τινος οἰκίαν, 4.38τῶν δʼ ἐν αὐτῇ διαλαλούντων παρὰ δεῖπνον ὅσα κατὰ τῶν Ῥωμαίων περὶ σφῶν δῆμος ἐβουλεύετο κατακροασάμενος, ἦν δὲ αὐτός τε καὶ οἱ σὺν αὐτῷ Σύροι, νύκτωρ

-- --

ἐπανίσταται καὶ πάντας ἀποσφάξας μετὰ τῶν στρατιωτῶν εἰς τοὺς Ῥωμαίους διασώζεται. 4.39

Οὐεσπασιανὸς δʼ ἀθυμοῦσαν τὴν στρατιὰν ἀνοίᾳ πταισμάτων καὶ διότι τέως οὐδαμοῦ τηλικαύτῃ συμφορᾷ κέχρηντο, τό γε μὴν πλέον αἰδουμένους ἐπὶ τῷ τὸν στρατηγὸν μόνον τοῖς κινδύνοις ἐγκαταλιπεῖν παρεμυθεῖτο, 4.40περὶ μὲν τοῦ καθʼ αὑτὸν ὑποστελλόμενος, ὡς μηδὲ τὴν ἀρχὴν μέμφεσθαι δοκοίη, δεῖν δὲ τὰ κοινὰ λέγων ἀνδρείως φέρειν τὴν τοῦ πολέμου φύσιν ἐννοοῦντας, ὡς οὐδαμοῦ τὸ νικᾶν ἀναιμωτὶ περιγίνεται, δαπανᾷ δʼ τύχη τι καὶ παρίσταται. 4.41τοσαύτας μέντοι μυριάδας Ἰουδαίων ἀνελόντας αὐτοὺς ὀλίγην τῷ δαίμονι δεδωκέναι συμβολήν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.30 Joseph. BJ 4.38 (English) >>Joseph. BJ 4.44

Powered by PhiloLogic